Ζωηφόρος

Κύριε, εισάκουσον της προσευχής μου,

XRISTOS00215555

Ψαλμός ΡΜΒ’ (142)

Κύριε,

εισάκουσον της προσευχής μου,


ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου΄ εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου΄ η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρησόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου΄ Κύριε, προς δε κατέφυγον΄ δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία΄ ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου΄ και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου΄ και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου είμι.

Αγιολογιο

Αγιον Ορος

Αγιοι της Λεσβου

Register

User Registration